Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Παΐσιε, τοῦ Ὄρους Ἄθωνος κλέος, Σουρωτῆς τὸ καύχημα, καὶ Φαράσων γόνος ὁ εὐσυμπάθητος, ἀληθῶς γέγονας, ἐν ἐσχάτοις χρόνοις, διὰ τοῦτο καὶ βοῶμέν σοι· πάσης στενώσεως, καὶ τῶν ἀδοκήτων συμβάσεων, τῆς λύμης τῶν αἱρέσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, ἀνιάτων νόσων, ἡμᾶς τοὺς σὲ τιμῶντας εὐλαβῶς, μὴ διαλείπῃς πρεσβείαις σου, συντηρῶν ἑκάστοτε.
Ἰατρείας σωμάτων, καὶ ψυχῆς θεραπείας, ὤφθης Παΐσιε, θεράπων ταῖς εὐχαῖς σου· διὸ τοῖς ἐθισμένοις, ἰοφόροις σκευάσμασι, μὴ διαλείπῃς ἀεί, παρέχων τὴν ὑγίειαν.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάθη τὰ δυσώδη τῆς ψυχῆς, καὶ τὰ ἀνομήματα πάντα, τὰς ἀῤῥωστίας σαρκός, καὶ τὰ ἐνεργήματα πολυειδῶν φοβιῶν, τῆς δειλίας τὴν βάσανον, καὶ πάσης ἀνάγκης, ἄγχος καὶ δυνάστευσιν, καὶ τοῦ ἐλθεῖν τὰ κακά, ὅσιε Παΐσιε σπεῦσον, ταῖς πρὸς τὸν Χριστὸν ἱκεσίαις, παῦσαι ἀπὸ πάντων τῶν ὑμνούντων σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
🏕🏡💒🏘
Θεού το Δώρον,
εις Κάθε Αγιότητα.
🌊🐟🐬💦
Εις Άγιος, Εις Κύριος,
Ιησούς Χριστός,
εις Δόξαν
Θεού Πατρός. Αμήν.